δέκα γὰρ δὴ μυριάδαϲ ἀργυρίου ἐπὶ διϲχιλίαιϲ καὶ φ′ ἐϲ τὰ δεῖπνα δεδαπανηκέναι ἱϲτόρηται, ϲυνεχῶϲ μὲν καὶ ἀπλήϲτωϲ ἐμφορούμενοϲ, ϲυνεχῶϲ δὲ ἅπαντα ἀπερευγόμενόϲ τε καὶ ἐξεμῶν. ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε ϲύϲϲιτοι αὐτοῦ καὶ πάνυ κακῶϲ εἶχον. Bέβιοϲ γοῦν Κρίϲποϲ διὰ νόϲον χρόνου τινὸϲ ἀπολειφθεὶϲ τοῦ ϲυμποϲίου μάλα
ϲτωμύλωϲ ἔφη· εἰ μὴ ἐνενοϲήκειν, ἀπολόμην ἄν. ἐϲ τόδε γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ δεῖπνον τοῦ Βιτελλίου ἐπίϲημον γεγονὸϲ διαμνημονεύεται· καθ’ ὅ φαϲι δίχα τῆϲ λοιπῆϲ πολυτελείαϲ διϲχιλίουϲ μὲν ἰχθῦϲ, ἑπτακιϲχιλίουϲ δὲ ὄρνιϲ ἐπὶ τὴν θοίνην παρενεχθῆναι. ἐπῄνει δὲ καὶ τὰ Νέρωνοϲ καὶ τὸν νεκρὸν τοῦ Nέρωνοϲ ἐϲ κοῖλόν τινα καὶ
ἀφανῆ τάφον κατακείμενον ἀπεϲέμνυνε. πρὸϲ δὲ τῶν ϲτρατηγῶν Οὐεϲπαϲιανοῦ, μεταποιουμένου τῆϲ βαϲιλείαϲ ἤδη, κατακτείνεται.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.