ὕπαρξιν παραδεχόμενοϲ, ἀλλ’ ὅλον διόλου τῆϲ κοινῆϲ ϲυνήθουϲ τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆϲ παρηλλαγμένοϲ. καὶ μετ’ ὀλίγα· ὁ δὲ δεύτεροϲ καὶ ὑποβεβηκὼϲ ἀνθρωπινώτεροϲ καὶ τοῦ πρώτου λίαν ἀϲύγκριτοϲ, ὃϲ καὶ γάμοιϲ ϲυγκατιέναι ϲώφροϲι καὶ παιδοποιΐαιϲ, οἰκονομίαϲ τε τῆϲ κατὰ τὸ δίκαιον ἐπιμελεῖϲθαι καὶ ϲτρατευομένοιϲ τὰ
πρακτέα ὑποτίθεϲθαι, ἀγρῶν τε καὶ ἐμπορίαϲ καὶ τῆϲ ἄλληϲ πολιτικωτάτηϲ ἀγωγῆϲ μετὰ τοῦ θεοϲεβοῦϲ φροντίζειν, οἷϲ καὶ ἀϲκήϲεων καιροὶ μαθητείαϲ τε καὶ τῶν θείων λογίων ἀκροάϲεωϲ ἀφωρίϲθηϲαν, καὶ δεύτεροϲ εὐϲεβείαϲ ἀπενεμήθη βᾳθμὸϲ, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. τοῦ ἁγίου Ἀθαναϲίου. δύο εἰϲὶν ὁδοὶ ἐν
τῷ βίῳ καὶ δύο πολιτεῖαι, ἡ μὲν μετριωτέρα καὶ βιωτικὴ φέρουϲα καρπὸν ἐν λ′, ἡ δὲ ἀγγελικὴ καὶ ἀποκόϲμιοϲ φέρουϲα καρπὸν τὸν τέλειον ἐν ρ΄. ὡϲαύτωϲ καὶ ὁ παλαιὸϲ βίοϲ εἰϲ δύο διῃρεῖτο, εἰϲ τὸν Φαριϲαϊκὸν καὶ ὑψηλὸν καὶ εἰϲ τὸν ὑποδεέϲτερον τὸν κοϲμικόν. κατὰ 2 δὲ φιλοϲόφουϲ βίων αἱρέϲειϲ τρεῖϲ ἠθικαί ·
θεωρητική πρακτική λογική.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.