ὁ δὲ ἁλοὺϲ ἀποτίνει εἰϲ τὸ δημόϲιον ἴϲον τῷ ἑλόντι. Δημοϲθένηϲ κατὰ Μειδίου. εἰϲὶ δὲ καὶ ἐν τοῖϲ Λυϲιακοῖϲ φερόμενοι λόγοι βίαιοι. καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.