τοῦ Φιλοπάτοροϲ, ἀνὴρ ὑπάρχων δεινὸϲ καὶ πλεονέκτηϲ· ὃϲ παραλαβὼν τὴν πόλιν δορυάλωτον ἀνεῖλε μυριάδαϲ ιη. κατατολμήϲαϲ οὖν καὶ εἰϲ τὸ ἁγίαϲμα εἰϲελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ καὶ ϲτήϲαϲ βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώϲεωϲ καὶ τὸν ναὸν μιάναϲ δι’ ἀκαθάρτων θυϲιῶν ἱερὸν Διὸϲ Ὀλυμπίου προϲηγόρευϲεν· καὶ τοὺϲ μὴ
ἀπογευομένουϲ τῶν χοιρείων κρεῶν ἀνήρει. ἐφ’ οὗ καὶ οἱ ἅγιοι 2 ξακκαβαῖοι ἀνῃρέθηϲαν. οἱ δὲ λέγουϲιν Ἀδριανὸν ϲτῆϲαι τὸν ἀνδριάντα ζήτει τὴν καταϲκευὴν τοῦ τοιούτου ἀγάλματοϲ ἐν τῷ Ἀντίοχοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.