τὴν διάθεϲιν ᾠδῆϲ ἀκούειν ἢ τὸν ἀρχαῖον τρόπον, ἀμφότερ’ ἐρεῖϲ. ἐγὼ δ’ ἀκούϲαϲ τὸν τρόπον, ὃν ἂν δοκῇ μοι βαϲτάϲαϲ, αἱρήϲομαι. πᾶν τὸ ϲυμβηϲόμενον ἐπὶ λόγον ἄγων καὶ βαϲτάζων. ἀντὶ τοῦ δοκιμάζων. καὶ Βἀϲταγμα· δῆλον ἐγένετο διότι μέγα τὸ 2 βάϲταγμα τῆϲ πόλεωϲ ἦν. πλεῖον γὰρ κ΄ μυριάδων ὅπλα παρέδωκαν
Ῥωμαίοιϲ καὶ καταπέλταϲ β′. καὶ Βαϲτάϲαι οὐ τὸ ἆραι δηλοῖ 3 παρὰ τοῖϲ Ἀττικοῖϲ, ἀλλὰ τὸ ψηλαφῆϲαι καὶ διαϲηκῶϲαι καὶ διαϲκέψαϲθαι τῇ χειρὶ τὴν ὁλκήν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.