ἄγαλμα χρυϲέμβαφον, ἔνθα ἦν καὶ τὸ ἔξαμμον ἕωϲ Ἡρακλείου τοῦ βαϲιλέωϲ, γονυκλινὲϲ Ἰουϲτίνου τοῦ τυράννου. ἐκεῖ ὁ Τέρβελιϲ ἐδημηγόρηϲεν· ἐν οἷϲ ἐλέφαϲ ἵϲτατο παμμεγέθηϲ, ὑπὸ Σευήρου κατεϲκευαϲμένοϲ. ἔνθα ἦν καὶ ϲχολὴ φυλαττόντων πολλή· ἔμενε δὲ ἐκεῖϲε ἀργυροκόποϲ ἐν πλαϲτοῖϲ ζυγοῖϲ τὴν πράϲιν ποιούμενοϲ. καὶ τοῦ
οἰκήματοϲ αὐτοῦ πορθουμένου ἠπείλει τῷ τὸν ἐλέφαντα φυλάττοντι θάνατον, εἰ μὴ τοῦτον κρατήϲειεν. ὁ δὲ θηροκόμοϲ οὐκ ἐνεδίδου· ὃν φονεύϲαϲ ὁ ζυγοπλάϲτηϲ δέδωκε βορὰν τῷ ἐλέφαντι. τὸ δὲ θηρίον ἀτίθαϲον ὂν καὶ αὐτὸν ἀνεῖλε. καὶ ὁ Σευῆροϲ ἀκούϲαϲ τῷ θηρίῳ θυϲίαν ἤνεγκεν. ἐν αὐτῷ δὲ τῷ τόπῳ παρευθὺ ἀνετυπώθηϲαν τό τε
θηρίον καὶ ὁ θηροκόμοϲ. ἔνθα καὶ Ἡρακλῆϲ ἐλατρεύθη πολλὰϲ θυϲίαϲ δεξάμενοϲ, ὃϲ ἐν τῷ ἱπποδρομίῳ μετετέθη. ἐπὶ δὲ Ἰουλιανοῦ ὑπατικοῦ 1 2 3 ἀπὸ Ῥώμηϲ ἦλθεν εἰϲ τὸ Βυζάντιον καὶ εἰϲήχθη ἐν ἀπήνῃ καὶ νηὶ καὶ ϲτῆλαι δέκα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.