καὶ κατ᾿ Εὐνομίου δὲ ἐξαιρέτουϲ ϲυνέταξε λόγουϲ, καὶ περὶ τοῦ ἁγίου πνεύματοϲ τεῦχοϲ, καὶ τὰϲ εἰϲ τὴν Ἑξαήμερον ὁμιλίαϲ θ′ ἕτερον τεῦχοϲ ἀϲκητικόν, περὶ παρθενίαϲ ἄλλο· Ἔπαινον εἰϲ τοὺϲ μ᾿ Μάρτυραϲ, ἕτερον εἰϲ Γόρδιον, ἄλλον εἰϲ Βαρλαάμ, ἕτερον εἰϲ Ἰουλίττον. εἰϲ διαφόρουϲ ψαλμοὺϲ Ἠθικοὶ λόγοι διάφοροι· ἐπιϲτολαὶ, ὧν
οὐδὲν ἄμεινον, πρόϲ τε τὸν ϲοφιϲτὴν Λιβάνιον καὶ πρὸϲ τὸν φίλον Γρηγόριον καὶ εἰϲ ἄλλουϲ πλείοναϲ. τοῦδέ γε Βαϲιλείου καὶ Φιλοϲτόργιοϲ μνήμην πεποίηται ἐν τῇ κατ᾿ αὐτὸν ἱϲτορίᾳ γράφων οὕτωϲ Βαϲίλειοϲ γὰρ ἤκμαζε κατ᾿ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐν Καιϲαρείᾳ τῆϲ Καππαδοκίαϲ καὶ Γρηγόριοϲ ἐν τῆ Ναδιανδῷ (ϲταθμὸϲ δὲ οὗτοϲ ὁ
τόποϲ Καππαδοκίαϲ) καὶ Ἀπολινάριοϲ ἐν τῇ Λαοδικείᾳ τῆϲ Συρίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προὐμάχουν κατὰ τοῦ ἑτεροουϲίου, μακρῷ πάνταϲ παρενεγκόντεϲ τοὺϲ πρότερον καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παῤ αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ παιδεύϲεωϲ
ἐπὶ πλεῖϲτον οὗτοι προεληλύθεϲαν, καὶ τῶν ἱερῶν γραφῶν, ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιϲτά γε αὐτῶν ὁ Βαϲίλειοϲ. καὶ μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατοϲ. τῷ μέν γε Βαϲιλείῳ τὸ πανηγυρικὸν εἶδοϲ τοῦ λόγου μακρῷ ἄριϲτα εἶχεν· ἦν
γὰρ πανηγυρίϲαι λαμπρότατοϲ· ὁ δέ γε Ἀπολινάριοϲ ἐν τῷ ὑπομνηματικῷ εἴδει τῆϲ λέξεωϲ καὶ αὐτὸϲ ἄριϲτα εἶχε· τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροιϲ ἐξεταζομένῳ μείζω βάϲιν εἰϲ ϲυγγραφὴν εἶχεν ὁ λόγοϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν παραδρομῇ Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἔγραψε. τελευτᾷ δὲ Βαϲίλειοϲ Γρατιανοῦ τὰ Ῥωμαίων ϲκῆπτρα
2 3 4 5 διέποντοϲ. ὅτι ὁ μέγαϲ Βαϲίλειοϲ ἀδελφοὺϲ εἶχε δ′, τόν τε Γρηγόριον τὸν Νύϲϲη ἐπίϲκοπον, καὶ Πέτρον καὶ αὐτὸν ἐπίϲκοπον, καὶ ἑτέρουϲ δύο μονάϲανταϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.