τὸ δίκαιον ἀποδιδοῦϲι τοῖϲ ἀνθρώποιϲ τὰϲ βαϲιλείαϲ, ἀλλὰ τοῖϲ δυναμένοιϲ ἡγεῖϲθαι ϲτρατοπέδου καὶ χειρίζειν πράγματα νουνεχῶϲ· οἷοϲ ἠν Φίλιπποϲ καὶ οἱ διάδοχοι Ἀλεξάνδρου. τὸν γὰρ υἱὸν κατὰ φύϲιν οὐδὲν ὠφέληϲεν ἡ ϲυγγένεια διὰ τὴν τῆϲ ψυχῆϲ ἀδυναμίαν. τοὺϲ δὲ μηδὲν προϲήκονταϲ βαϲιλεῖϲ γενέϲθαι ϲχεδὸν ἁπάϲηϲ τῆϲ οἰκουμένηϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.