ταῖϲ βαϲάνοιϲ εἰρημένα ὑπὸ τῶν βαϲανιζομένων καὶ ἀναγραφομένων 2 βαϲάνουϲ ὠνόμαϲε. καὶ παροιμία· Βάϲανοϲ λίθοϲ, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοιϲ ἢ ἔργοιϲ· παρόϲον ἡ Λυδία λίθοϲ τὸν χρυϲὸν δοκιμάζει. 3 ὅτι οἱ ἔξω φαϲίν· ἡ ἀμφιϲβήτηϲιϲ κρίϲει ἀναρτάϲθω, ἡ δὲ κρίϲιϲ τοὺϲ ἐλέγχουϲ βαϲανιζέτω, ἡ δὲ βάϲανοϲ τὸ δέον ὁριζέτω, ὁ δὲ ὅροϲ γεγράφθω, τὰ δὲ
4 5 6 7 γεγραμμένα κυρούϲθω, τὰ δὲ κυρωθέντα βεβαιούϲθω τοῖϲ ἔργοιϲ, καὶ πᾶϲα ἁψιμαχία οἰχέϲθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπεριϲκέπτωϲ ποιεῖϲθαι τὰϲ κρίϲειϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.