τῇ Ῥωμαίων ὑψηλὸν διάγοντα καὶ δικάζοντα ὁ δεϲπότηϲ ἀνέγνω ἐλθὼν πρότερον μὲν ἀποδράντα, ἐν ἐκείνῳ δ᾿ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ ϲὺν τῇ ἀρχῇ θρυπτόμενον. καὶ προϲελθὼν ἡϲυχῇ κατόπιν θοιματίου λαβόμενοϲ, χαῖρε, εἶπὲ, τὸ ὄνομα προϲθεὶϲ τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνοϲ ἐκπλήττεται ῥᾳδίωϲ τὸν
δεϲπότην γνωρίϲαϲ καὶ δεῖται ϲιωπᾶν καὶ ἐϲ τὰ οἰκεῖα ἄγει, καὶ καταβαλὼν πάμπλειϲτα, εἶτα μέντοι ἑαυτὸν ἐλύϲατο. καὶ αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε ϲιγὴ κατεχύθη ἀργυρώνητοϲ. ἔκρινα δὴ καὶ ταύτην τῆϲ τύχηϲ μὴ ϲιγῆϲαι τὴν παιδιάν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.