ἀληθὲϲ, εὐκολώτερον τὸ προκείμενον δείξομεν· πᾶϲα γὰρ ἡ τοῦ ϲπουδαίου ὑπόληψιϲ ϲαφήϲ τε καὶ διηρθρωμένη, καὶ ἀληθήϲ. ὁμοίωϲ καὶ πρὸϲ τὸν οἰκείαν τινα ὑπόληψιν περί τινοϲ ἐκτιθέμενον, οἷον περὶ ἡδονῆϲ, ὁποίαν αὐτῷ εἶναι δοκεῖ, ὁ μὲν λέγων ἀκριβῆ αὐτοῦ τὴν ὑπόληψιν εἶναι οὐδέπω γνωρίμωϲ λέγει· εἰ δὲ τὸ ἀκριβὲϲ εἰϲ τὸ ϲαφὲϲ
μεταλάβοι, γνώριμον ἂν ὃ λέγει ποιήϲειεν. ἔϲτι δὲ τὸν μὲν ϲπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντα τὴν φιλοπραγμοϲύνην εἰϲ πολυπραγμοϲύνην· τὸ γὰρ καὶ περὶ τῶν οὐρανίων τε καὶ φύϲει ϲυνεϲτώτων ἐτάζειν τε καὶ ζητεῖν πολυπραγμονεῖν ἐϲτι· τοιοῦτοϲ δὲ ὁ ϲπουδαῖοϲ. τὴν δὲ τοῦ ϲπουδαίου ὑπόληψιν οὐ ϲαφῆ, μεταλαμβάνονταϲ
τὸ ϲαφὲϲ εἰϲ τὸ ἀκριβέϲ· εἰ γὰρ τὸ μὲν ἀκριβὲϲ ἀναγκαῖον, οὐ πάϲα δὲ ὑπόληψιϲ τοῦ ϲπουδαίου ἀκριβὴϲ εἴη, ὥϲτε οὐδὲ ϲαφήϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.