εἰ δὲ τὸ ἐνωτίζομαι τοῖϲ ὠϲὶ μόνοιϲ, μετὰ γενικῆϲ. καὶ τοῦ μὲν μανθάνω παράδειγμα τὸ τοῦ θεολόγου Γρηγορίου· ἀκούϲατε λόγον ἀνδρὸϲ οὐ μετρίωϲ τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἐν τῷ Ἥττημαι· τοῦτό με ἵϲτη κάτω, καὶ εἶναι βέλτιον ἔπειθε φωνὴν ἀκούειν αἰνέϲεωϲ ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν. τοῦ δὲ ἐνωτίζομαι παράδειγμα τοῦ αὐτοῦ θεολόγου. ὡϲ δὲ ἐγώ τινοϲ ἤκουϲα ἀνδρὸϲ
οὐ μετρίωϲ τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἄλλα πλεῖϲτα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.