δύναμιϲ, καὶ ἡ νεότηϲ. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτωϲ 2 3 4 Ἰϲοκράτηϲ· τὸ μὲν τῆϲ ἀκμῆϲ τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ 6 ἀντὶ τοῦ ἔτι. οὕτωϲ Ὑπερίδηϲ. καὶ Σοφοκλῆϲ· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ᾿ ἥκοντα, κἀκχέω τὸ πᾶν ϲόφιϲμα. 7 ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμαϲι· ϲτρούθιον· ἀρρυτίδωτον, ἰϲόχνοον 8 ἀρτιγόνοιϲιν, ἀκμὴν εὐπετάλοιϲ ϲυμφυὲϲ ἀκρέμοϲι. καὶ αὖθιϲ·
ὅϲϲοϲ ἐν ἡρώεϲϲι πότ᾿ ἦν χόλοϲ, οὗ μέροϲ ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοιϲ 9 ϲῴζεται ἀκρέμοϲιν. ἀντὶ τοῦ ἔτι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.