Ἀββᾶ: ὁ πατήρ. οἱ μὲν παλαιοὶ ἐκάλουν πατέρα τὸν θεὸν ἐξ οἰκείαϲ διανοίαϲ, ὡϲ Μωϋϲῆϲ· θεὸν τὸν γεννήϲαντά ϲε ἐγκατέλιπεϲ· καὶ Μαλαχίαϲ· ὁ θεὸϲ εἷϲ ἐγέννηϲεν ἡμᾶϲ καὶ πατήρ· οἱ δὲ ἐν χάριτι, ἀπὸ πνευματικῆϲ ἐνεργείαϲ κινούμενοι. ὥϲπερ πνεῦμα ϲοφίαϲ εἶναι, 2 3 4 5 καθ’ ὃ ϲοφοὶ οἱ ἄϲοφοι ἐγένοντο (καὶ δηλοῦται τοῦτο ἀπὸ τῆϲ διδαϲκαλίαϲ) καὶ πνεῦμα δυνάμεωϲ εἶναι, καθ’ ὃ καὶ ἀϲθενεῖϲ καὶ νεκροὺϲ ἤγειρον, καὶ πνεῦμα προφητείαϲ, καὶ πνεῦμα γλωϲϲῶν, οὕτω καὶ. πνεῦμα υἱοθεϲίαϲ. καὶ ὥϲπερ ἴϲμεν τὸ πνεῦμα τῆϲ προφητείαϲ, ἀφ’
ὧν ὁ ἔχων αὐτὸ λέγει τὰ μέλλοντα ὑπὸ τῆϲ χάριτοϲ κινούμενοϲ, οὕτω δὴ καὶ πνεῦμα υἱοθεϲίαϲ, ἀφ’ οὐ ὁ λαβὼν πατέρα καλεῖ τὸν θεὸν, ὑπὸ πνεύματοϲ κινούμενοϲ. ὁ δὴ βουλόμενοϲ δεῖξαι γνηϲιώτατον ὂν καὶ τῇ τῶν Ἐβραίων ἐχρήϲατο γλώττῃ. οὐ γὰρ εἶπεν ὁ πατὴρ, ἀλλ’ ἀββᾶ ὁ πατήρ· ὅπερ τῶν παίδων μάλιϲτά ἐϲτι τῶν γνηϲίων πρὸϲ
πατέρα ῥῆμα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.