ἀντὶ τοῦ ἀνώνυμον. ἄκλητοϲ ὁ θεὸϲ καὶ καλούμενοϲ παρέϲται· οὐ παρορᾷ γὰρ ὁ θεὸϲ τοὺϲ ἀρετῆϲ ἀντιποιουμένουϲ. οὕτω γὰρ ἐδόθη χρηϲμὸϲ τοῖϲ Λακεδαιμονίοιϲ· καλούμενόϲ τε κἄκλητοϲ θεὸϲ παρέϲται ἔξω πάϲηϲ αἰϲθήϲεωϲ. οὐ γὰρ φωνῆϲ δεῖται πρὸϲ τὸ διδάξαι τὰ δέοντα, οὐδὲ ἀκοῆϲ πρὸϲ τὸ μαθεῖν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.