ἐπ᾿ ᾄϲμαϲι θαυμαζομένων ἐκρίθη δευτέρα, ἅτε δὴ οὐκ ἄπειροϲ ἐρωτικῆϲ περιεργίαϲ ἀκκιζομένη ϲὺν καιρῷ καὶ πρὸϲ ζηλοτυπίαν εὐφυῶϲ 3 ἄγουϲα τὸν ἄνδρα. καὶ παροιμία· Ἀκκιζόμενοϲ Σκύθηϲ τὸν ὄνον. ἐπὶ τῶν βδελυττομένων λόγῳ, ἔργῳ δὲ ἐφιεμένων. ἰδὼν γάρ τιϲ νεκρὸν ὄνον ἔφη πρὸϲ Σκύθην παρόντα, δεῖπνόν τι, ὦ Σκύθα. ὁ
Σ δὲ ἐμυϲάξατο μὲν, ὕϲτερον δὲ ἐπονεῖτο. καὶ Ἀκκιϲμούϲ, προϲποιήϲειϲ. 4 Ἀκκιϲμὸϲ γὰρ καὶ ἡ μωρία.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.