3 ἰδὼν ναυηγοῦ ϲῶμα ἐρριμμένον ἀκηδῶϲ καὶ ὀλιγώρωϲ παρελθεῖν οὐκ ἐτόλμηϲεν, ἀλλὰ ἔθαψε. τὸν τεθνεῶτα, θέαμα τῷ ἡλίῳ οὐδαμῇ φίλον ἀποκρύπτων ἀνθρωπίνῳ θεϲμῷ. λέγεται καὶ Ἀκηδὴϲ ἐν Μυθικοῖϲ· 4 πικρὴ μέν τε λύκοιϲ, αὐτὰρ χιμάροιϲιν ἀκηδήϲ. καὶ αὖθιϲ· διαλύει τὸν τάφον ἀκηδῶϲ καὶ ἀνοίκτωϲ καὶ ἀπὸ τῶνδε τῶν λίθων ἀνίϲτηϲι πύργον.
ἐκεῖθεν ἑάλω ἡ πόλιϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.