τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδαϲκε καὶ τὴν ἀκρίβειαν τοῦ αὐϲτηροῦ κανόνοϲ· ὡϲ ἄρα οὐ χρὴ τοὺϲ μετὰ τὸ βάπτιϲμα ἡμαρτηκόταϲ ἁμαρτίαν, ἣν πρὸϲ θάνατον καλοῦϲιν αἱ θεῖαι γραφαὶ, τῆϲ κοινωνίαϲ τῶν θείων μυϲτηρίων ἀξιοῦϲθαι, ἀλλ᾿ ἐπὶ μετάνοιαν μὲν αὐτοὺϲ προτρέπειν, ἐλπίδα δὲ τῆϲ ἀφέϲεωϲ μὴ παρὰ τῶν ἱερέων, ἀλλὰ
παρὰ τοῦ θεοῦ ἐκδέχεϲθαι, τοῦ δυναμένου ϲυγχωρεῖν ἁμαρτήματα. ταῦτα εἰπόντοϲ τοῦ Ἀκεϲίου ἐπειπεῖν τὸν βαϲιλέα· θὲϲ, ὦ Ἀκέϲιε, κλίμακα καὶ μόνοϲ ἀνάβηθι εἰϲ τὸν οὐρανόν. τούτων οὔτε Εὐϲέβιοϲ ὁ Παμφίλου οὔτε ἄλλοϲ τιϲ ἐμνημόνευϲεν. ἐκεῖνοι γὰρ πολλὰ παραλείπουϲιν, ἢ προϲπάϲχοντέϲ τιϲιν ἢ προϲώποιϲ χαριζόμενοι. οὕτω λέγει
Σωκράτηϲ ἐν Ἐκκληϲιαϲτικῇ ἱϲτορίᾳ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.