ὀνόματι τούτῳ πρὸϲ ἅπανταϲ ἑαυτὸν κατεμήνυεν, οὐδὲ τῶν Ἡλιουπολιτῶν ἄλλωϲ οὐδεὶϲ αὐτὸν ἐπωνόμαζεν ἢ τὸν φιλόϲοφον. τοῦτο μὲν τοίνυν ὄνειδοϲ ἔϲτω τῆϲ ἀνθρωπίνηϲ ἀπαιδευϲίαϲ, παραγεγονότων δὲ ἡμῶν εἰϲ Ἡλιούπολιν, ἀπέβη ϲχεδὸν τοῦτο τὸ πλάϲμα τῆϲ Ἀκαματίου φιλοϲοφίαϲ. ἠβούλετο δέ τιϲ εἶναι καὶ τῶν ἱεροϲκόπων. τοῦτο μέντοι
ϲυγγνώμηϲ ἄξιον, ὅτι καὶ ὁπωϲοῦν ἠδύνατο τὰ τοιαῦτα περιλαβεῖν, ἄλλωϲ τε καὶ πρὸϲ ἰδιώταϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.