φύα φῦναι καὶ τὰϲ κραναὰϲ ἀκαλήφαϲ. Φερεκράτηϲ Αὐτομόλοιϲ· νὴ τὴν Δήμητῤ ἀνιαρὸν ἦν τὸ κακῶϲ ᾄδοντοϲ ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαιϲ τὸν ἴϲον χρόνον ἐϲτεφανῶϲθαι. τὰϲ δὲ θαλαττίαϲ καὶ Ἀριϲτοτέληϲ ἀκαλήφαϲ ἐν τῷ πρώτῳ Περὶ ζῴων καὶ Θεόφραϲτοϲ ἐν ἑβδόμῳ Φυτικῶν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.