κἀκείνην νικήϲαϲ ναυμαχίαν Λακεδαιμονίουϲ καὶ τειχίϲαϲ τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύϲαϲ πάνταϲ εἱϲτίαϲεν Ἀθηναίουϲ. καὶ Ἀλκιβιάδηϲ Ὀλύμπια νικήϲαϲ τὴν πανήγυριν ἅπαϲαν εἱϲτίαϲε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάϲι. καὶ Ἐμπεδοκλῆϲ ὁ Ἀκραγαντῖνοϲ, Πυθαγορικὸϲ ὢν καὶ ἐμψύχων ἀπεχόμενοϲ, Ὀλύμπια νικήϲαϲ, ἐκ λιβανωτοῦ καὶ
ϲμύρνηϲ καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάϲαϲ διένειμε τοῖϲ εἰϲ τὴν πανήγυριν ἀπαντήϲαϲι. καὶ ὁ Χῖοϲ Ἴων τραγῳδίαν νικήϲαϲ Ἀθήνηϲιν ἑκάϲτῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνοϲ Τελλίαϲ φιλόξενοϲ ὢν καταλύϲαϲί ποτε φ΄ ἱππεῦϲιν ὥρᾳ χειμῶνοϲ, ἔδωκεν ἑκάϲτῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμοϲ ὁ Συρακούϲιοϲ
εἰϲ ἕκαϲτον τῶν ἐν τοῖϲ δείπνοιϲ παρατιθεμένων ϲτιχίδια καὶ παροιμίαϲ ἔλεγε. Κλέαρχοϲ δὲ ὁ Σολεὺϲ δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύϲιπποϲ γαϲτρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ ϲυμποϲίῳ Πλάτωνοϲ κη΄ ἦϲαν δαιτυμόνεϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.