γυναῖκαϲ δὲ Ἀττικάϲ, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προϲη γορίᾳ καταιϲχύνωϲιν. ἀλλὰ ἰδοὺ Φερεκράτηϲ ἐν Γραυϲί φηϲιν· Ἀθηναίοιϲ 2 3 4 5 αὐταῖϲ τε καὶ ταῖϲ ϲυμμάχοιϲ. καὶ Κάνθαροϲ Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰϲ Ἰππονίκαϲ τάϲδε καὶ Λυϲιϲτράταϲ καὶ Ναυϲινίκαϲ τὰϲ Ἀθηναίαϲ λέγω. οἱ δὲ μὴ δεῖν φάϲκοντεϲ Ἀθηναίαϲ λέγεϲθαι τὰϲ Ἀττικὰϲ καὶ τὴν ὁμωνυμίαν
αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸϲ τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸϲ καλεῖται· ἀλλ᾿ ἀντὶ τοῦ Ἀθηναίαϲ αὐτάϲ φαϲι λέγεϲθαι καὶ Ἀττικάϲ. πλὴν πολλή γε ἡ χρῆϲιϲ τῆϲ φωνῆϲ ἐπὶ τῶν γυναικῶν παρὰ τοῖϲ ἀρχαίοιϲ, ὡϲ οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦϲι καὶ Δίφιλοϲ ἐν Ἀμάϲτριδι. καὶ γὰρ καὶ τὴν Θεμιϲτοκλέουϲ θυγατέρα
Ἀθηναίαν ξένην φηϲίν· καὶ Πίνδαροϲ ἐν ϲχολίοιϲ. ὁ μέντοι Φρύνιχοϲ ἀνάττικόν φηϲιν εἶναι τὴν φωνὴν καὶ θαυμάζει, πῶϲ ὁ Φερεκράτηϲ ἀττικώτατοϲ ὢν χρῆται τῇ λέξει.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.