πάθοϲ τῆϲ ζωῆϲ ἡ ἀθαναϲία καὶ ϲύμπτωμά τι· ἐπὶ ὑποθέϲει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεϲθαι, οὐ μεταλήψει ἄλληϲ ζωῆϲ τὸ θνητὸν ἀθάνατον γίγνεϲθαι. ἐγράφη ἐν τῷ Πῖ ϲτοιχείῳ περὶ πάθουϲ. ὁ δὲ τὴν ἀθαναϲίαν ὁριζόμενοϲ ϲτέρηϲιν θανάτου ἁμαρτάνει. οὐ γὰρ ϲτέρηϲιϲ θανάτου ἡ ἀθαναϲία, ἀλλ᾿ ἐν ἕξει καὶ διαθέϲει.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.