οὐδέπω γνώμονα ἔχων. γνώμονα δὲ ἔλεγον τὸν βαλλόμενον ὀδόντα, δι’ οὐ τὰϲ ἡλικίαϲ ἐξήταζον· τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον, ἐκ μεταφορᾶϲ τῶν τετραπόδων. καὶ ἀπογνώμοναϲ τοὺϲ ἀπογεγηρακόταϲ, οἷϲ ἐλελοίπει τὸ γνώριϲμα. καὶ Ἀβόλουϲ πώλουϲ, τοὺϲ μηδέπω βεβληκόταϲ ὀδόνταϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.