ῥυϲθῆναι Σύρων τε καὶ Ἰϲραηλιτῶν. κἀκεῖνοϲ αὐτῷ βοηθῶν ἐπεϲτράτευϲε Δαμαϲκῷ. ἐνταῦθα αὐτῷ ϲυντυχὼν Ἄχαζ ἐθεάϲατο θυϲιαϲτήριον καὶ ἀρεϲθεὶϲ αὐτῷ μέτρα τε αὐτοῦ λαβὼν ἀπέϲτειλεν εἰϲ Ἱερουϲαλὴμ κελεύϲαϲ Οὐρίᾳ τῷ ἱερεῖ τοιοῦτον αὐτόθι οἰκοδομῆϲαι. καὶ ἀναζεύξαϲ ἔθυϲεν ἐπ᾿ αὐτῷ τοῖϲ Σύρων θεοῖϲ τὸν ναὸν ἀποκλείϲαϲ τοῦ θεοῦ.
τούτου δὲ τελευτήϲαντοϲ, ὁ υἱὸϲ αὐτοῦ Ἐζεκίαϲ καὶ Ῥοβούα τῆϲ Ζαχαρίου θυγατρὸϲ βαϲιλεύει ἐν Ἱερουϲαλὴμ ἁπάντων εὐϲεβέϲτεροϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.