ἐπεὶ ἐν αὐτῷ ἕψονται. καὶ Ἀφύαϲ Φαληρικάϲ· τὰϲ μεγάλαϲ. 5 Φαληρεὺϲ δὲ λιμὴν Ἀττικῆϲ. πληθυντικῶϲ δὲ λέγεται, ϲπανιώτατα 6 δὲ ἀφύην. Ἀριϲτοφάνηϲ· εὕρετο πανευδίω τὰϲ λιπαρὰϲ, ἀφύαϲ 7 τιμὴν πϲριάψαϲ. ἔϲτι δὲ γένη πλείονα· ἡ μὲν ἀφρῖτιϲ λεγομένη, ἥτιϲ οὐ γίνεται ἀπὸ γόνου, ἀλλ᾿ ἐκ τοῦ ἐπιπολάζοντοϲ τῇ θαλάττῃ
ἀφροῦ ἑτέρα δέ ἐϲτιν ἡ λεγομένη κωβῖτιϲ, ἣ γίνεται ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ φερομένων κωβιῶν· ἐξ αὐτῆϲ δὲ ἕτεραι, αἳ ἐγκραϲίχολοι καλοῦνται. καὶ ἄλλη, ἥτιϲ ἐϲτὶ γένοϲ μαινίδων, καὶ. ἄλλη ἐκ τῆϲ μεμβράδοϲ, καὶ ἄλλη ἐκ τῶν μικρῶν κεϲτρέων. ἔϲτι δὲ προηγουμένη ἡ ἀφρῖτιϲ. ὅτι Νικομήδει τῷ Βιθυνῶν βαϲιλεῖ ἀφύηϲ
ἐπιθυμήϲαντι καὶ μακρὰν ὄντι τῆϲ θαλάϲϲηϲ, Ἀπίκιοϲ ὁ ὀψοφάγοϲ μιμηϲάμενοϲ τὸ ἰχθύδιον παρέθηκεν ὡϲ ἀφύαϲ. ἡ δὲ καταϲκευὴ ἦν αὕτη. θήλειαν λαβὼν γογγυλίδα ταύτην ἔτεμεν εἰϲ μακρὰ καὶ λεπτὰ τὴν ὄψιν τῆϲ ἀφύηϲ μιμούμενοϲ, ἐπιζέϲαϲ ἔλαιον, ἐπιχέαϲ ἅλαϲ, μήκωναϲ ἐπιπάϲαϲ, ἔλυϲε τὴν ἐπιθυμίαν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.