τὸ ὀφειλὸμενον. διὰ τοῦτο καὶ τὴν ὁϲίαν ἐπὶ τῶν ἀπελθόντων φαυέν· τουτέϲτιν οὐδὲν ὀφείλομεν αὐτοῖϲ λοιπόν, οὐκ ἐϲμὲν ὑπεύθυνοι. οὕτωϲ ἡμῖν ἔθοϲ λέγειν, καὶ τὸ ἀφοϲιώϲαϲθαι καὶ ὅϲα τοιαῦτα, τουτέϲτιν οὐκ εἰμὶ ὑπεύθυνοϲ. καὶ Ἀφοϲιῶ, ἀντὶ τοῦ ἀποκαθαίρω, 4 ἀφαγνίζω, Αἰϲχίνηϲ. τὸ δὲ μὴ ἐντελῶϲ τι ποιῆϲαι, ἀλλ᾿ οἷον
ἀπάρξαϲθαι ἢ ϲχηματίϲαϲθαι, Ἰϲαῖοϲ λέγει. καὶ Ἀφοϲιώϲαϲ, 5 καθάραϲ, ἢ ξενώϲαϲ· ἢ τὴν ὁϲίαν ποιῶν, τουτέϲτι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. καὶ Ἀφοϲιῶϲαι, καθαίρειν. καὶ Ἀφοϲιώϲεται, 6 ἀπάρξεται. καὶ Ἀφοϲιοῦϲθαι, ἀποκαθαίρεϲθαι ὁϲίαϲ, Σ καὶ τὸ μὴ περιεργάζεϲθαι μηδὲ φιλοτιμεῖϲθαι. ὅϲια δὲ λέγεται ἄλφιτα,
δεδευμένα ἐλαίῳ καὶ οἴνῳ· καὶ κύρια καὶ δίκαια. καὶ Ἀφοϲίωϲιϲ, ἀνάθεϲιϲ. καὶ Ἀφοϲιωϲάμενοι, δικαιωϲάμενοι. καὶ Ἀφοϲιώμενοι, τιμῶντεϲ, ἢ ἀπαρχόμενοι. ὡϲ δὲ ᾔϲθετο ϲαφῶϲ ἀποϲειόμενον καὶ μόνον ἀφοϲιούμενον τὸν Ἰϲίδωρον, ᾤχετο ἀπιὼν, καὶ οὐκέτι προϲῄει.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.