2 ἐν Χαρμίδη· ἐπεὶ δὲ τῶν τοιούτων ἄδην ἔχομεν. καὶ Ἡρόδοτοϲ· 3 4 5 6 ὡϲ δὲ ἄδην εἶχον κτείνοντεϲ, τὰ λοιπὰ αὐτῶν ἤλαυνον. ἐπινεμομένου 7 τε ἄδην τοῦ πυρὸϲ τὰϲ ἀγχοῦ τειχῶν οἰκίαϲ, ταραχῆϲ 8 ἐπλήϲθη ἡ πόλιϲ. καὶ αὖθιϲ· οἱ δὲ οἴνῳ ἄδην ἐχρῶντο ἑϲπέριοι καὶ 9 ἐϲ νύκτα τελευτῶντεϲ. καὶ αὖθιϲ· οἱ δὲ ἄδην καὶ ἀπείρωϲ ϲπῶϲι τοῦ 10
οἴνου καὶ ἀνατραπέντεϲ ἔκειντο ὡϲ ἔτυχον αὐτῶν ἕκαϲτοι εἰκῇ. καὶ αὖθιϲ· τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοὶ τήν 11 τε φύϲιν ὄντεϲ ἀκρατεῖϲ καὶ χώραν ἔχοντεϲ, ὅτι μὴ πρὸϲ Δημητριακοὺϲ καρποὺϲ, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ. τά τε ϲώματα αὐτοῖϲ μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ ϲαρκῶν ὑγρῶν μεϲτὰ, καὶ ὑπὸ τῆϲ ἀδηφαγίαϲ
καὶ μέθηϲ ἐϲ ὄγκον καὶ βάροϲ ἐξεχεῖτο· ἐϲ δρόμουϲ δὲ καὶ πόνουϲ ἀδύνατα πάμπαν. καὶ ὑπὸ ἱδρῶτοϲ καὶ ἄϲθματοϲ ὅπου τι δέοι ἐξελύοντο ταχέωϲ. καὶ αὖθιϲ· οἱ δὲ βαϲιλικοὶ ἐν ἐξουϲίᾳ γενόμενοι 12 τοῦ ἄδην τὰ δημόϲια καταναλίϲκειν Συβαριτικῶϲ τὸν νέον κραιπαλᾶν ἐνήργουν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.