καὶ Ἰϲαῖοϲ. ἔϲτι δὲ καὶ οὕτωϲ εἰπεῖν, ὡϲ ἀφίηϲί τιϲ μόνων ἐκείνων, 2 3 4 ὧν ἐγκαλεῖ· ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ ὑπολίπηται αὑτῷ λόγον πρὸϲ τὸν ἐγκαλούμενον. ἔϲτι δὲ καὶ τοῦτο παρὰ τῷ Δημοϲθένει. καὶ παροιμία· ἀφεὶϲ τὴν ὑπέραν τὸν πόδα διώκει. ἡ παροιμία παρὰ Ὑπερίδῃ. ἐπὶ τῶν παρέντων μὲν τὰ ϲπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ᾿ εἰϲὶ ναυτικαὶ ϲχοῖνοι, αἷϲ μετάγεται τὸ 6 κέραϲ. καὶ Ἀφεῖϲθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖϲ ἑορταῖϲ ἀργούντων καὶ πρὸϲ παιδιὰν ἀφειμένων· μάλιϲτα δὲ ἐπὶ παίδων ἀφειμένων παίζειν. ζήτει ἐν τῷ ἀντιτυπῆϲαι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.