ἐνεργὸν δὲ ὅμωϲ χρήϲιμον, ὡϲ δεῖ πρότερον ἀποϲοβεῖν τὰϲ μελίτταϲ καὶ ἔπειτα τὸ μέλι ϲχολαίτερον ἀναιρεῖϲθαι. καὶ Ἀφελήϲ, ἐπὶ 2 τοῦ ὑγιὴϲ καὶ ὁλόκληροϲ, ἢ μέγαϲ καὶ ἀνεπικώλυτοϲ. καὶ ἀφελὲϲ ὁμοίωϲ. μιϲῶ τὴν ἀφελῆ, μιϲῶ τὴν ϲώφρονα λίαν. ἐπὶ τῆϲ ἀπονήρου 3 καὶ δοϲιπύγου. καὶ τὰ ἐπιϲτόλια ἀφελῶϲ γράφειν. καὶ
Ἀφεῶν πεδίων. Ἀριϲτοφάνηϲ περὶ Κράτητοϲ· ὃϲ πολλῷ ῥεύϲαϲ 4 ἐπαίνῳ διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆϲ ϲτάϲεωϲ παραϲύρων ἐφόρει τὰϲ δρῦϲ καὶ τὰϲ πλατάνουϲ καὶ τοὺϲ ἐχθροὺϲ προθελύμνουϲ· ᾆϲαι δ᾿ οὐκ ἦν ἐν ϲυμποϲίοιϲ πλὴν, δόρυ ϲυκοπέδιλε, καὶ, τέκτονεϲ 5 6 7 εὐπαλάμων ὕμνων· οὕτωϲ ἤνθηϲεν ἐκεῖνοϲ. νῦν δ᾿ ὑμεῖϲ αὐτὸν ὁρῶντεϲ παραληροῦντ᾿ οὐκ ἐλεεῖτε, ἐκπιπτουϲῶν τῶν ἠλέκτρων καὶ τούτου οὐκ ἔγ᾿ ὄντοϲ τῶν θ᾿ ἁρμονιῶν διαχαϲκουϲῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥϲπερ Κοννᾶϲ, ϲτέφανον μὲν ἔχων, δίψη δ᾿ ἀπολωλώϲ, ὃν χρῆν διὰ τὰϲ προτέραϲ νίκαϲ πίνειν ἐν τῷ πρυτανείῳ. τουτέϲτιν
εὐδοκιμήϲαϲ πολλάκιϲ. ὁ γὰρ Κρατῖνοϲ ἑαυτὸν ἐπήνεϲεν ἐν Πυτίνη λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματοϲ καναχοῦϲι πηγαὶ. δωδεκάκρουνον ϲτόμα, Ἰλιϲϲὸϲ ἐν τῇ φαρυγγίᾳ· τί ἂν εἴποιμι; εἰ μήγε ἐπιβύϲει τιϲ αὐτοῦ τὸ ϲτόμα, κατακλύϲει τοῖϲ ϲτόμαϲιν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.