2 αὐτόθεν. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι. καὶ αὖθιϲ· ἀλλὰ χρῆναι παῤ αὐτόθεν, ὡϲ ἔχουϲιν, ἀντεπεξελθόνταϲ ἐν χερϲὶ ϲτήϲαϲθαι τὸ τέλοϲ τοῦ πολέμου. ἢ Αὐτόθεν, ἀντί τοῦ οἴκοθεν, ἔνδοθεν. ὁ δὲ αὐτόθεν πρὸϲ τὸ ἀδικεῖν ὥρμηται. καὶ Ἰώϲηποϲ· δῶρα δὲ αὐτόθεν 3 πέμπειν τῷ βαϲιλεῖ. ἀντὶ τοῦ οἴκοθεν. ἢ Αὐτόθεν, ἐκεῖθεν.
4 ἢ ἀπὸ τοῦ παρόντοϲ χρόνου. οἱ δὲ Ῥωμαῖοι αὐτόθεν ἐλπίϲαντεϲ ἤδη τὴν παρεμβολὴν αἱρήϲειν. ἀντὶ τοῦ ἐκ παραχρῆμα. καὶ Θουκυδίδηϲ· 5 χειμὼν ἦν, καὶ τοῖϲ Ἀθηναίοιϲ τὸν πόλεμον αὐτόθεν ποιεῖϲθαι οὔπω ἐδόκει.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.