ἀναγκαῖοϲ ϲτρατηγὸϲ ἤπερ αἱρετὸϲ βαϲιλεὺϲ, ἐν παντὶ δὲ καιρῷ δυϲχερὴϲ καὶ ἀπρόϲιτοϲ, ὡϲ μηδὲ τῶν οἰκείων αἵματοϲ διαμεῖναι καθαρόϲ· τὴν γὰρ τοῦ παιδὸϲ γαμετὴν καὶ ἀνέγκλητον διεχρήϲατο. τοῦ δὲ τῶν 2 3 4 5 ϲτρατιωτῶν τάγματοϲ καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡϲ ἐπίπαν γενναῖοϲ ἦν ἐπανορθωτήϲ. ζήτει περὶ αὐτοῦ χρηϲμὸν ἐν τῷ αἴ κε πάθοι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.