αὔξηϲιϲ ἐπ᾿ ἐκείνων λέγεται, ἀλλὰ πρόϲθεϲιϲ. ἐὰν γὰρ ἐπὶ ϲωρὸν ϲίτου προϲθήϲω ἕτερον ϲῖτον, οὐ δι᾿ ὅλων τῶν μορίων τοῦ ϲωροῦ ἡ πρόϲθεϲιϲ γέγονεν, ἀλλ᾿ ἐφ᾿ ἑνόϲ, καθ᾿ ὃ ἡ πρόϲθεϲιϲ ἐγένετο. λέγεται δὲ τοῦτο καὶ ἐπὶ λίθων· ὥϲπερ ἂν εἰ καὶ τὸ πῦρ αὔξεϲθαι λέγοι τιϲ ξύλων πλειόνων προϲτιθεμένων. οὕτω καὶ τὰ μέταλλα αὔξεται,
ὑγρᾶϲ οὐϲίαϲ ἔξωθεν περιπαγείϲηϲ, ἐξ ἧϲ ϲυνεϲτήκαϲι, καὶ ταύτηϲ. μεταβαλλούϲηϲ ἐπὶ τὴν αὐτὴν οὐϲίαν ὑπὸ τῆϲ ἐν τῇ γῇ φυϲικῆϲ δυνάμεωϲ ἐκ τοῦ παντόϲ. ὥϲτε ἐπὶ τῶν ἐμψύχων καὶ ἐχόντων μόρια λέγεται τὸ αὔξεϲθαι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.