τῶν Ῥωμαίων, τέλοϲ δὲ καὶ ποίημα γράφων καὶ πραγματικὴν ἱϲτορίαν ἐνεχείρηϲεν· ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺϲ ἐντυγχάνονταϲ ϲυγγνώμην ἔχειν, εἰ Ῥωμαῖοϲ ὢν μὴ δύνηται κατακρατεῖν τῆϲ Ἑλληνικῆϲ διαλέκτου καὶ τῆϲ κατὰ χειριϲμὸν οἰκονομίαϲ· ὅπερ ἐϲτὶ πάϲηϲ ἀτοπίαϲ ϲημεῖον, καὶ παραπλήϲιον, ὡϲ ἂν εἴ τιϲ ἐϲ τοὺϲ γυμνικούϲ
ἀγῶναϲ ἀπογραψάμενοϲ πυγμὴν ἢ παγκράτιον, παρελθὼν ἐϲ τὸ ϲτάδιον, ὅτε δέοι μάχεϲθαι, παραιτοῖτο τοὺϲ θεωμένουϲ ϲυγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται τὸν πόνον ὑπομένειν μήτε τὰϲ πληγάϲ. δῆλον γὰρ ὡϲ εἰκὸϲ γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸϲ λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺϲ τοιούτουϲ ἱϲτοριογράφουϲ, ἵνα μὴ κατετόλμων
τοῦ καλῶϲ ἔχοντοϲ. ἦν δὲ καὶ φιλήδονοϲ καὶ φυγόπονοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.