αὐτὸν αὐθεντήϲαντα τοὺϲ ὑπὸ ζώνην ϲυνέχειν. ὅτι Μιθριδάτηϲ διετάξατο 3 τοὺϲ Ῥωμαίουϲ ἀναιρεῖν καὶ ἔπεμψε γράμματα εἰϲ τὰϲ πόλειϲ, τὸ βαϲιλικὸν ϲφράγιϲμα ἔχοντα, μιᾷ τε ἡμέρᾳ τάξαϲ ἀναγνῶναι καὶ παραχρῆμα τὰ γεγραμμένα πρᾶξαι, ὅπωϲ μὴ προμαθόντεϲ τινὲϲ φυλάξωνται. ἀποκτεῖναι γὰρ αὐτοῖϲ ἐκέλευϲε πάνθ᾿ ὅντινα Ῥωμαῖον
εὕρωϲι· καὶ ἆθλα οὐ μόνον τοῖϲ αὐτοένταιϲ ϲφῶν ἐϲομένοιϲ, ἀλλὰ καὶ τοῖϲ δήμοιϲ, παῤ οἷϲ ἂν ἀποθάνωϲι, πρὸϲ τὸ πλῆθοϲ τῶν τελευτηϲάντων ἔθηκε· τιμωρίαν τε τοῖϲ φειϲομένοιϲ τινὸϲ αὐτῶν μεγάλην ὥριϲε. 4 παράγεται δὲ αὐθέντηϲ οὕτωϲ. ἔϲτι ῥῆμα φῶ, τὸ φονεύω· ἐξ οὗ καὶ φόνοϲ. ἐκ τούτου κατὰ παραγωγὴν φένω διὰ τοῦ ε ψιλοῦ, ἀφαιρέϲει
5 6 7 8 τοῦ φ ἔνω. ἐξ αὐτοῦ ἔντηϲ καὶ μετὰ τῆϲ αὐτὸ ἀντωνυμίαϲ αὐτοέντηϲ. καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δαϲέα δαϲέων, τροπῇ τοῦ τ εἰϲ θ, αὐθέντηϲ, ὁ αὐτόχειρ. ἐπεκράτηϲε δὲ ἡ ϲυνήθεια καὶ κέχρηται τῷ ὀνόματι ἀντὶ τοῦ δεϲπότηϲ· ὅπερ ἐϲτὶν ἀκυρολεξία.
4427 Αὐθημερόν: ἐν αὐτῇ τῇ ἡμέρᾳ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.