ἀειπαρθένου Μαριάϲ. ὅτι Αὐγουϲτεῖον ἐκλήθη, διότι τῇ ε΄ τοῦ Ὀκτωβρίου μηνὸϲ οἱ ῥεγεωνάρχαι καὶ ϲεβαϲτοφόροι ἐχόρευον ἐν τῷ Αὐγουϲτείῳ, οἷον ἐν τῷ ὀψοπωλίῳ, εἰϲ τιμὴν Τιβερίου· τὸν δὲ τοιοῦτον τόπον οὕτωϲ ἐκάλεϲαν ἀπὸ τοῦ Αὔγουϲτοϲ. ἔϲτηϲε δὲ καὶ ὁ μέγαϲ Κωνϲταντῖνοϲ εἰϲ τὸ ἄϲκεπον τῆϲ δάφνηϲ ϲτήλην τῆϲ ἑαυτοῦ
μητρὸϲ, ἐξ ἧϲ ὠνόμαϲε τὸν τόπον Αὐγουϲτεῖον. Αὐγουϲτεῖον, ὅπερ λέγεται ὀψοπώλιον καὶ ζήτει ἐν τῷ Ἰουϲτινιανόϲ. ὅτι Αὐγούϲτου Καίϲαροϲ ἀποθανόντοϲ, Τιβέριοϲ καὶ Δροῦϲοϲ προηγοῦντο τοῦ πένθουϲ 1 2 3 4 τοῦ νεκροῦ παντελῶϲ μὴ ἁπτόμενοι· οὐ γὰρ ἐξὸν τοῖϲ μοναρχοῦϲιν. τὰϲ δὲ διαθήκαϲ αἱ Ἑϲτιάδεϲ εἶχον, ἃϲ διέθετο. ὅτι Αὔγουϲτοϲ Καῖϲαρ θυϲιάϲαϲ ἤρετο τὴν Πυθίαν, τίϲ μετ᾿ αὐτὸν βαϲιλεύϲει· καὶ εἶπε· παῖϲ Ἑβραῖοϲ κέλεταί με, θεοῖϲ μακάρεϲϲιν ἀνάϲϲων, τόνδε δόμον
προλιπεῖν καὶ ἀοιδὸν αὖθιϲ ἱκέϲθαι. λοιπὸν ἄπιθι ϲιγῶν ἐκ βωμῶν ἡμετέρων. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ Αὔγουϲτοϲ ἔϲτηϲεν ἐν τῷ Καπιτωλίῳ βωμὸν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖϲ γράμμαϲιν· ὁ βωμὸϲ οὗτόϲ ἐϲτι τοῦ πρωτογόνου θεοῦ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.