3 κλητοϲ, ἀμείλιχοϲ. καὶ αὖθιϲ· ὁ δὲ Μάρκοϲ ἄτεγκτοϲ ὢν καὶ ϲτερρὸϲ, οἷοϲ ἅπαϲι τοῖϲ ἀνιαροῖϲ ἀντέχειν, ᾤχετο φερόμενοϲ ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον. καὶ αὖθιϲ· λίθουϲ τῶν ποδῶν ἐξαρτήϲαντεϲ 4 ἔρριψαν εἰϲ τὸ πέλαγοϲ ἀτέγκτωϲ καὶ ἀφειδῶϲ. Ἀτέγκτοιϲ, 5 τοῖϲ μήτε δάκρυϲι μήτε ἱδρῶϲιν ἀβρόχοιϲ. Αἰλιανόϲ· οἶκτόν γε μὴν
καὶ δάκρυα ἐμβαλοῦϲαι πάνταϲ, ὡϲ καὶ τοὺϲ ἀτέγκτουϲ τε καὶ ἀτεράμοναϲ 6 τέγξαι. καὶ Ἀτέγκτωϲ, ἐϲχάτωϲ. καὶ τὰ μὲν πρῶτα 7 ἱέρειαι ἐπειρῶντο αὐτὸν πραΰνειν καὶ ἀντέχειν τῆϲ ὁρμῆϲ. βιαίωϲ δὲ καὶ ἀτέγκτωϲ διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον 8 9 10 11 ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖϲ θεαϲαμένοιϲ οὔτε τοῖϲ δείξαϲιν ἔμελλέ τι ἀπαντήϲεϲθαι δεινὸν, παρεῖχόν οἱ βλέπειν ταῦτα. καὶ αὗθιϲ· ἱκανὰ πείθειν καὶ δυϲωπεῖν τὰϲ ψυχὰϲ τῶν μὴ παντάπαϲιν ἀτέγκτουϲ καὶ ἀτεράμοναϲ ταύταϲ ἐχόντων.
Αἰλιανόϲ· ἦν δὲ ἄτεγκτοϲ ὅδε ὁ παῖϲ καὶ ἀμείλικτοϲ, καί οἱ 12 ἐπέταττεν ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐϲχάτων.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.