ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεϲβείαϲ Δημοϲθένηϲ 2 ἐπὶ τοῦ ὅϲα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τιϲ τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτεροϲ δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήϲια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ 3 Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν
πέπονθα ὑπὸ τούτου. καὶ αὖθιϲ· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶϲι τῇ ὄψει, πιϲτότερα ἡγοῦνται ἢ οἷϲ εἰϲ ἀφανὲϲ ἥκει ὁ ἔλεγχοϲ τῆϲ ἀληθείαϲ. Δαμάϲκιοϲ· ὁ δὲ Ἰϲίδωροϲ ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅϲον δυνάμεωϲ, ἀλλ᾿ ὅϲον ὀρέξεωϲ εἶχεν. εἶχε δὲ ἐπ᾿ ἐλάχιϲτον τῆϲ πρὸϲ αὐτὰ ϲυμπαθείαϲ, ἅτε οὐχ ἁπτόμενα τῆϲ ψυχῆϲ, ἀλλὰ μέχρι
φανταϲίαϲ καὶ γλώττηϲ ἱϲτάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματοϲ ψιλοῦται.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.