χρόνουϲ ὀλίγου τινὸϲ ἐκράτηϲε τῆϲ Ἀϲίαϲ μέρουϲ. εἶτα ἡ Μηδικὴ καθελοῦϲα τὴν Ἀϲϲυρίων χρόνον οὐ πολὺν κατέϲχεν, ἀλλὰ κατελύθη ἐπὶ τῆϲ δ΄ γενεᾶϲ. Πέρϲαι δὲ Μήδουϲ καταγωνιϲάμενοι χρόνου πολλῷ πλέον ϲ΄ ἔμειναν ἐπὶ τῆϲ ἀρχῆϲ. ἡ δὲ Μακεδόνων δυναϲτεία τὴν Περϲῶν καθελοῦϲα, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ τὸ χεῖρον
ἤρξατο φέρεϲθαι καὶ ἐπὶ τῶν διαδόχων αὐτὴ καθ᾿ ἑαυτὴν ἐξηϲθένηϲεν ὑπὸ Ῥωμαίων καταλυθεῖϲα. τὰϲ γὰρ Ἑλληνικὰϲ δυνάμειϲ οὐκ ἄξιον αὐταῖϲ ἀντιπαρεξετάζειν. Ἀθηναῖοι γὰρ μόνηϲ ἧρξαν τῆϲ παραλίου δυεῖν δέοντα ο΄ ἔτη· Λακεδαιμόνιοι δὲ Πελοποννήϲου καὶ τῆϲ ἄλληϲ Ἑλλάδοϲ κρατοῦντεϲ ὅλα λ΄ ἔτη ἐπαύθηϲαν ὑπὸ Θηβαίων. ἡ Ῥωμαίων
δὲ πόλιϲ ἁπάϲηϲ γῆϲ, ὅϲη μὴ ἀνέμβατόϲ ἐϲτι, ε΄ καὶ μ΄ πρὸϲ τοῖϲ ψ΄ ἔτεϲιν εἰϲ ὑπάτουϲ Κλαύδιον Νέρωνα τὸ δεύτερον καὶ Πίϲωνα Καλπουρῖνον, οὐδὲν ἀντίπαλον ἔχουϲα.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.