μεταϲτειλάμενοϲ δὲ τὸν Δανιὴλ παρεκάλει ἑρμηνεῦϲαι αὐτῷ ταῦτα. ὁ δὲ εἶπεν αὐτῷ· τὸν ἀϲτράγαλον, ὃν εἶδεϲ, χείρ ἐϲτι θεοῦ ζῶντοϲ· καὶ ἔγραψεν, ὅτι ἐμέτρηϲε καὶ ἐπλήρωϲε τὴν βαϲιλείαν ϲου. ἀκούϲαϲ οὖν ὁ Βαλτάϲαρ ἐθλίβη, καὶ μετ᾿ ὀλίγον ὑπὸ Δαρείου τοῦ Μήδου ἀνῃρέθη. 2 καὶ Ἀϲτραγαλίζω.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.