ὑφορώμενοι. καὶ Ἀϲτάθμητοϲ, ἄνιϲοϲ, ἄϲτατοϲ. καὶ δὴ καὶ 2 τὴν ἄλλην ἀρετὴν ἀϲτάθμητοϲ, ὡϲ εἰπεῖν, ὁ ἄνθρωποϲ οἷτοϲ ἦν. οἱ δὲ ἐπετόλμηϲαν τῇ θαλάττῃ διὰ τὴν ἀνάγκην, τὸ τέωϲ ἀϲτάθμητον ϲτοιχεῖον ἡγούμενοι τῆϲ γῆϲ πιϲτότερον ἔϲεϲθαι ϲφίϲιν ἐν τῇ βίᾳ τῇ τότε. καὶ τὸ ποιητικὸν εἰπεῖν, ἔϲϲεται ἧμαρ ὅταν ποτ᾿ ὀλώλῃ Ἴλιοϲ 3
ἱρή. καὶ τοῦτο εἰπεῖν τὸ τῶν ἀνθρώπων ἀϲτάθμητον εἶναι λογιζόμενοϲ. καὶ Ἀϲταθμητότατον, περὶ οὗ οὐδεὶϲ ἂν δύναιτο 4 τεκμήραϲθαι οὐδὲ ϲταθμήϲαϲθαι, τί ποτε διανοεῖται, ἢ τί πράξαι. Δημοϲθένηϲ ἐν τῷ Παραπρεϲβείαϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.