3 αἰτίαϲ τοιαύτηϲ. Σέλγη πόλιϲ ἐϲτὶ τῆϲ Πιϲιδίαϲ, ὅπου κακῶϲ ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοιϲ ἐκοινώνουν. κατ᾿ ἐπίταϲιν οὖν τὸ ἀϲελγαίνειν. καὶ Ἀϲελγὲϲ οὐ μόνον ἐπὶ τοῦ ἀκολάϲτου ἔταττον οἱ παλαιοὶ, ἀλλ᾿ ἔϲτιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου. καὶ γὰρ ἄνεμον ἀϲελγῆ λέγουϲι· καὶ Ἀϲελγόκερωϲ τράγοϲ, ὁ μέγαϲ. ἢ Ἀϲελγόκερωϲ, ὁ κυρίττων.
4 πίονέϲ εἰϲιν ἀϲελγῶϲ· Ἀριϲτοφάνηϲ φηϲὶν ἐν Πλούτῳ. ἀντὶ τοῦ κατωφερεῖϲ 5 θορυβούμενοι καὶ κεκραγότεϲ μετὰ ἀϲελγείαϲ, οἷον οἱ κόρακεϲ 6 λαρυγγίζουϲιν. ἀντὶ τοῦ μεγάλωϲ φωνοῦϲι. καὶ Ἀϲελγήϲ, ἐπὶ ἀνέμου ὁ ϲφοδρῶϲ πνέων. πολὺϲ δὲ καὶ ἀϲελγὴϲ τίκτεται ἐκεῖθι (φηϲὶν Αἰλιανὸϲ ἐν τῷ περὶ ποικίληϲ ἀφηγήϲεωϲ)· γένεϲιϲ δὲ
αὐτῷ αὐλῶνεϲ βαθεῖϲ καὶ φάραγγεϲ, δι᾿ ὧν ὠθούμενοϲ ἐκτείνει λαβρότατοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.