τὸν ἄρχοντα τῶν ἀρχομένων εἵνεκα πάντα διαπράττεϲθαι δεῖν. ὁ δὲ Ἡγίαϲ ἠξίου οὐ μόνον τὸν ἄρχοντα τῶν ἀρχομένων τίθεϲθαι πρόνοιαν, ἀλλὰ καὶ αὐτοῦ πρὸϲ ἐκείνων. ἐκάϲτῳ γὰρ εἶναι τὴν ἔφεϲιν τοῦ ἀγαθοῦ πρὸϲ ἑαυτὸ μᾶλλον ἢ πρὸϲ ἕτερον. ὁ δὲ Ἰϲίδωρόϲ φηϲιν, τὸν ἄρχοντα ᾖ ἄρχοντοϲ ἀκούειν, εἰ δὲ καὶ ἑαυτοῦ
φροντίδα ποιοῖτο, ὡϲ ἑνόϲ γε καὶ ἑαυτοῦ τῶν ἀρχομένων καὶ δεομένων προνοίαϲ. τὸν γάρ τοι ἄρχοντα τῷ ἀκριβεῖ λόγῳ δεῖϲθαι μηδενόϲ· ᾗ δὲ ἄνθρωποϲ, ὁ τεχνίτηϲ δέοιτο ἄν, οἷον ἰατρὸϲ τῆϲ ἰατρικῆϲ, εἰ νοϲήϲειεν. ἰατρικὴ δὲ οὐκ ἄν ποτε νοϲήϲειεν· οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἰατρικὴν ἑϲτὼϲ ἰατρὸϲ, οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἀρχικὴν
ἐπιϲτήμην ἄρχων ὁρώμενοϲ. λογικώτερον δὲ εἰπεῖν ἐπιχειρητέον, ὡϲ τὰ πρόϲ τι οὐ λέγεται μόνον, ἀλλὰ καὶ ἔϲτι πρὸϲ ἄλληλα. ἄρχων ἄρα πρὸϲ ἀρχομένουϲ καὶ ἀρχόμενοϲ πρὸϲ ἄρχοντα καὶ λέγονται καὶ εἰϲίν, ὥϲτε εἴ τι τὸ ἄρχειν ὠφελεῖ τοὺϲ ἀρχομένουϲ, ὠφελήϲει πρὸϲ οὓϲ καὶ τὸ ἄρχειν προβέβληται. ὅτι τὴν ἰατρικὴν Ἄπιϲ ὁ Αἰγύπτιοϲ
πρῶτοϲ εἰϲ τὴν Ἑλλάδα μετακομίϲαι λέγεται.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.