ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενοϲ ὑπὲρ ὧν ἐδεῖτο, οὐ προϲήκατο αὐτὸν ἡ Πυθία ὡϲ ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰϲ τοῦ πολέμου τύχαϲ καὶ ἔλεγεν, ὡϲ ἧκεν ἐϲ ἀμφίβολον ἢ δρᾶϲαι ἢ παθεῖν, ὅϲα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεϲθαι τῷ θεῷ εἰ τῷ ἑαυτοῦ δαίμονι ζῇ, καὶ ἐπηρᾶτο,
ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸϲ οἰκτείρει καὶ αὐτὸν κελεύει ἐλθεῖν εἰϲ Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξαϲθαι τὴν τοῦ Τελεϲικλείου παιδὸϲ ψυχὴν καὶ πραΰναι χοαῖϲ. οἷϲ ἐπείϲθη, καὶ τῆϲ μήνιδοϲ τῆϲ ἐκ τοῦ θεοῦ ἐξάντηϲ ἐγένετο. καὶ 2 παροιμία· Ἀρχίλοχον πατεῖϲ, ἐπὶ τῶν κακηγόρων καὶ λοιδόρων.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.