πόλεων φήμην ἀγαθὴν λαβεῖν, τὸν ἐπινηϲθέντα αὐτοῖϲ τε καὶ ταῖϲ πόλεϲιν αὐτῶν βίον. λέγει δὲ ἡ Πυθία· χώραϲ καὶ πόλεωϲ οἰκήτορα λαὸν ἔχοντεϲ ἤλθετ᾿ ἐρηϲόμενοι Φοῖβον, τίνα γαῖαν ἵκηϲθε· ἀλλ᾿ ἄγε δὴ φράζεϲθ᾿ ἀγαθῶν πότερόν κεν ἕλοιϲθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. ἐπεὶ τοίνυν ταῦτα ἠκουϲάτην, Ἀρχίαϲ ὢν φιλοχρήματοϲ
πλούτου περιβολὴν αἱρεῖται, οὐδὲ ἐψεύϲθη τῆϲ ἐλπίδοϲ· παμπλούϲιοϲ γοῦν Συράκουϲα ἡ πόλιϲ κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύϲκελλοϲ δὲ αἱρεῖται αὐτόϲ τε ὑγιαίνειν καὶ ἡ πόλιϲ· καὶ ἀπώνητο ὧν ᾔτηϲε. δεῖγμα γοὖν τῆϲ ἐν Κρότωνι ὑγιείαϲ ῥωμαλέοι τέ εἰϲιν οἱ οἰκήτορεϲ, καὶ ἀθλητῶν ἡ πόλιϲ πολλῶν καὶ ἀγαθῶν μήτηρ
ἐγένετο. πλοῦτοϲ ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐϲτόν· αἵρεϲιϲ δὲ ἐρρωμένη καὶ διάνοια ὑγιαίνουϲα αἱρεῖται τὰ βελτίω, καὶ ἀπέφηναν καὶ οὗτοι, ὁ μὲν ϲυνετώτεροϲ ὢν, ὁ δὲ οὐ πάντῃ ἐλευθέριοϲ. τῶν γὰρ οὖν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεϲβύτερον, τὸ δὲ δεύτερον, ὡϲ καὶ Πλάτων φηϲὶ καὶ τὸ ϲκολιὸν ᾄδει.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.