Δημοϲθένηϲ ἐν τῷ κατὰ Νικοϲτράτου· δανείϲαϲ ἀργύριον Ἄρχιππον οὐχ οἷόϲ τε ἦν αὐτὸ ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ παλαιοῦ. Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν μάλιϲτα εὐδοκιμῶν, γέγραφεν ἀρχαίωϲ. καὶ πάλιν· οὕτωϲ ἦϲαν ϲώφρονεϲ οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορεϲ,
ὁ Περικλῆϲ, Θεμιϲτοκλῆϲ καὶ Ἀριϲτείδηϲ. τάττεται δὲ παρὰ κωμικοῖϲ καὶ ἐπὶ τοῦ εὐήθουϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.