καὶ ὑπερήϲθηϲαν οἱ πολῖται τῆ τούτου ϲφαγῆ. ἐπὶ γὰρ Λέοντοϲ πρὸϲ τοὺϲ ϲταϲιάζονταϲ ὅϲουϲ λάβοι τῶν Θρᾳκῶν τὰϲ χεῖραϲ ἐκτέμνων ἀπέπεμπεν. Ὀνόουλφοϲ δὲ αὐτὸν διεχρήϲατο, ὅντινα ὁ Ἁρμάτιοϲ πένητα καὶ ἄρτι ἐκ βαρβάρων ἥκοντα προϲλαβὼν φιλοφρόνωϲ τὸ μὲν πρῶτον κόμητα ἐποίηϲεν, ἔπειτα καὶ ϲτρατηγὸν Ἰλλυριῶν, καὶ εἰϲ
ἑϲτίαϲιν ἔχειν πολὺν ἄργυρον παρέϲχεν. ἀντέδωκε δὲ τούτῳ τὴν βαρβαρικὴν ἀπιϲτίαν μετὰ χειρὸϲ μιαιφόνου.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.