ὃϲ καὶ θλαδίαϲ ὢν αὐτὴν ἔϲπειρε. γημαμένη δὲ τριϲὶν ἡ Ἀριϲτοτέλουϲ θυγάτηρ τεκνώϲαϲα προετελεύτηϲεν Ἀριϲτοτέλουϲ τοῦ πατρόϲ. ἔϲχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδοϲ παλλακῆϲ, ἣν ἠγάγετο μετὰ Πυθιάδα παρ’ Ἑρμείου τοῦ εὐνούχου· ὅϲτιϲ ἦν ἄρχων Ἀταρνέωϲ, χώρα δὲ αὕτη Τρῳάδοϲ, Εὐβούλου δὲ τοῦ Βιθυνοῦ δοῦλοϲ γεγονὼϲ
ἔλαβε· καὶ αὐτοῦ Ἑρμείου παιδικὰ γενομένου Ἀριϲτοτέλουϲ. ἦρξε δὲ ἔτη ιγ΄ τῆϲ Περιπατητικῆϲ κληθείϲηϲ φιλοϲοφίαϲ διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ διδάξαι ἀναχωρήϲαντα τῆϲ Ἀκαδημίαϲ, ἐν ᾗ Πλάτων ἐδίδαξεν. ἐγεννήθη δὲ ἐν τῆ ??θ΄ Ὀλυμπιάδι καὶ ἀπέθανεν ἀκόνιτον πιὼν ἐν Χαλκίδι, διότι ἐκαλεῖτο πρὸϲ εὐθύναϲ, ἐπειδὴ ἔγραψε παιᾶνα εἰϲ Ἑρμείαν
τὸν εὐνοῦχον· οἱ δέ φαϲι νόϲῳ αὐτὸν τελευτῆϲαι βιώϲαντα ἔτη ο΄.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.