ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυϲιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένηϲ βαϲιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖϲτα καὶ ἄριϲτα. διήκουϲε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧϲ ὁ παῖϲ αὐτῆϲ ὁ νέοϲ Ἀρίϲτιπποϲ, ὃϲ ἐκλήθη Μητροδίδακτοϲ, οὐ Θεόδωροϲ, ὁ Ἄθεοϲ ἐπικληθείϲ, εἶτα Θεόϲ· τοῦ δὲ
Αντίπατροϲ, τοῦ δὲ Ἐπιτιμήδηϲ ὁ Κυρηναῖοϲ, τοῦ δὲ Παραιβάτηϲ. 2 3 4 5 τοῦ δὲ Ἡγηϲίαϲ ὁ Πειϲιθάνατοϲ, τοῦ δὲ Ἀννίκεριϲ, ὁ Πλάτωνα λυτρωϲάμενοϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.