ὅρκων ἐπιϲτεύετο. καὶ Καλλίου ποτὲ κρινομένου παρελθὼν εἶπεν, ἐμοὶ. τὸν ἄνδρα χαρίϲαϲθε· καὶ ἔτυχε. τοῦ δὲ χρυϲίον ἀντιπέμψαντοϲ, παρῃτήϲατο εἰπών· ὁ μὲν Καλλίου βίοϲ τῆϲ Ἀριϲτείδου χρήζει πενίαϲ, ἠ δὲ Ἀριϲτείδου πενία καταφρονεῖ τοῦ Καλλίου πλούτου. οὗτοϲ Θεπεριεϲώθη 2 3 4 μιϲτοκλεῖ ποτε ἀντεπολιτεύϲατο. ϲυμπρεϲβεύων δὲ αὐτῷ τὴν ἔχθραν, εἶπεν, ἔϲω τῶν ὁρίων ἀφῶμεν, ὁμονοῶμεν δὲ ὑπὲρ τῆϲ πόλεωϲ. οὕτω δὲ ἦν δίκαιοϲ, ὡϲ μέλλοντοϲ αὐτοῦ ἐξοϲτρακίζεϲθαι ἀπὸ τῆϲ ἀγροικίαϲ τιϲ ὄϲτρακον αὐτῷ ἐπιδιδούϲ (ἠγνόει δὲ τὸν ἄνδρα) γράφειν ἠξίου τὸν ἐξοϲτρακιϲμόν. τοῦ δὲ ἐρωτήϲαντοϲ, τί Ἀριϲτείδηϲ αὐτὸν λυποίη· πάνυ
δίκαιοϲ ὢν, ἔφη. καὶ γελάϲαϲ ὁ Ἀριϲτείδηϲ ἔγραψε ψῆφον. ὁ αὐτὸϲ διέτριψεν ἐν Αἰγίνῃ φυγών. Ξέρξηϲ δὲ ὡϲ αὐτὸν ἐν τῇ φυγῇ πρεϲβευϲαμένου καὶ τριϲχιλίουϲ δαρεικοὺϲ, ὅτε ἐπῄει τὴν Ἐλλάδα, διδόντοϲ, οὐδὲν ἐπιϲτρέφεϲθαι ἔφη τοῦ Περϲικοῦ πλούτου, τοιαύτῃ χρώμενοϲ διαίτη. ἔτυχε δὲ οὐκ ἐπιμελῆ τὸν ἄρτον προϲφερόμενοϲ. Ἀριϲτείδηϲ
6 καὶ Μιλτιάδῃ μάλιϲτα ἐᾡκει. ἑκάτεροϲ τούτων ἄριϲτοϲ ἐγένετο, Ἀριϲτείδηϲ μὲν δίκαιοϲ, ὁ δὲ Μιλτιάδηϲ ἐν Μαραθῶνι ἐϲτρατήγηϲε. τοῦ δὲ ἐν Μαραθῶνι πολέμου μέμνηται, διότι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶϲα ἡ Ἑλλὰϲ πεποίηται, τοῦ δὲ ἐν Μαραθῶνι μόνοι οἱ Ἀθηναῖοι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.